Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 5.102.2 Hdt. 5.104.1 (English) >>Hdt. 5.105.1

5.103.1 τότε μὲν δὴ οὕτω ἠγωνίσαντο. μετὰ δὲ Ἀθηναῖοι μὲν τὸ παράπαν ἀπολιπόντες τοὺς Ἴωνας, ἐπικαλεομένου σφέας πολλὰ διʼ ἀγγέλων Ἀρισταγόρεω, οὐκ ἔφασαν τιμωρήσειν σφι· Ἴωνες δὲ τῆς Ἀθηναίων συμμαχίης στερηθέντες, οὕτω γάρ σφι ὑπῆρχε πεποιημένα ἐς Δαρεῖον, οὐδὲν δὴ ἧσσον τὸν πρὸς βασιλέα πόλεμον ἐσκευάζοντο. 5.103.2 πλώσαντες δὲ ἐς τὸν Ἑλλήσποντον Βυζάντιόν τε καὶ τὰς ἄλλας πόλιας πάσας τὰς ταύτῃ ὑπʼ ἑωυτοῖσι ἐποιήσαντο, ἐκπλώσαντές τε ἔξω τὸν Ἑλλήσποντον Καρίης τὴν πολλὴν προσεκτήσαντο σφίσι σύμμαχον εἶναι· καὶ γὰρ τὴν Καῦνον πρότερον οὐ βουλομένην συμμαχέειν, ὡς ἐνέπρησαν τὰς Σάρδις, τότε σφι καὶ αὕτη προσεγένετο.

ch. 104 5.104.1 Κύπριοι δὲ ἐθελονταί σφι πάντες προσεγένοντο πλὴν Ἀμαθουσίων· ἀπέστησαν γὰρ καὶ οὗτοι ὧδε ἀπὸ Μήδων. ἦν Ὀνήσιλος Γόργου μὲν τοῦ Σαλαμινίων βασιλέος ἀδελφεὸς νεώτερος, Χέρσιος δὲ τοῦ Σιρώμου τοῦ Εὐέλθοντος παῖς. 5.104.2 οὗτος ὡνὴρ πολλάκις μὲν καὶ πρότερον τὸν Γόργον παρηγορέετο ἀπίστασθαι ἀπὸ βασιλέος, τότε δέ, ὡς καὶ τοὺς Ἴωνας ἐπύθετο ἀπεστάναι, πάγχυ ἐπικείμενος ἐνῆγε· ὡς δὲ οὐκ ἔπειθε τὸν Γόργον, ἐνθαῦτά μιν φυλάξας ἐξελθόντα τὸ ἄστυ τὸ Σαλαμινίων Ὀνήσιλος ἅμα τοῖσι ἑωυτοῦ στασιώτῃσι ἀπεκλήισε τῶν πυλέων. 5.104.3 Γόργος μὲν δὴ στερηθεὶς τῆς πόλιος ἔφευγε ἐς Μήδους, Ὀνήσιλος δὲ ἦρχε Σαλαμῖνος καὶ ἀνέπειθε πάντας Κυπρίους συναπίστασθαι. τοὺς μὲν δὴ ἄλλους ἀνέπεισε, Ἀμαθουσίους δὲ οὐ βουλομένους οἱ πείθεσθαι ἐπολιόρκεε προσκατήμενος.



Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 5.102.2 Hdt. 5.104.1 (English) >>Hdt. 5.105.1

Powered by PhiloLogic